Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.5 Joseph. AJ 8.10 (English) >>Joseph. AJ 8.14

8.8πάντα γὰρ ὅσιον εἶναι μητρὶ παρέχειν, καί τι προσμεμψαμένου τὴν ἀρχήν, ὅτι μὴ μετʼ ἐλπίδος ἤδη βεβαίας τοῦ τυχεῖν ὧν ἀξιοῖ ποιεῖται τοὺς λόγους ἀλλʼ ἄρνησιν ὑφορωμένη, δοῦναι τὴν παρθένον αὐτὸν Ἀβισάκην Ἀδωνίᾳ τἀδελφῷ πρὸς γάμον παρεκάλει. 8.9

Λαβὼν δὲ πρὸς ὀργὴν βασιλεὺς τὸν λόγον ἀποπέμπεται μὲν τὴν μητέρα μειζόνων ὀρέγεσθαι πραγμάτων εἰπὼν Ἀδωνίαν καὶ θαυμάζειν, πῶς οὐ παραχωρῆσαι καὶ τῆς βασιλείας ὡς πρεσβυτέρῳ παρακαλεῖ τὸν γάμον αὐτῷ τὸν Ἀβισάκης αἰτουμένη φίλους ἔχοντι δυνατοὺς Ἰώαβον τὸν στρατηγὸν καὶ Ἀβιάθαρον τὸν ἱερέα, μεταπεμψάμενος δὲ Βαναίαν τὸν ἐπὶ τῶν σωματοφυλάκων ἀποκτεῖναι προσέταξεν αὐτῷ τὸν ἀδελφὸν Ἀδωνίαν. 8.10καλέσας δὲ τὸν Ἀβιάθαρον τὸν ἱερέαθανάτου μέν, εἶπε, ῥύεταί σε τά τε ἄλλα ὅσα τῷ πατρὶ συνέκαμες καὶ κιβωτός, ἣν σὺν αὐτῷ μετήνεγκας. ταύτην δέ σοι τὴν τιμωρίαν ἐπιτίθημι ταξαμένῳ μετὰ Ἀδωνία καὶ τὰ ἐκείνου φρονήσαντι· μήτε ἐνθάδε ἴσθι μήτε εἰς ὄψιν ἀπάντα τὴν ἐμήν, ἀλλʼ εἰς τὴν πατρίδα πορευθεὶς ἐν τοῖς ἀγροῖς ζῆθι καὶ τοῦτον ἄχρι τελευτῆς ἔχε τὸν βίον ἁμαρτὼν τοῦ μηκέτʼ εἶναι δικαίως ἐν ἀξίᾳ.” 8.11 καταλύεται μὲν οὖν ἀπὸ τῆς ἱερατικῆς τιμῆς Ἰθαμάρου οἶκος διὰ τὴν προειρημένην αἰτίαν, καθὼς καὶ τῷ Ἀβιαθάρου πάππῳ προεῖπεν θεὸς Ἠλεί, μετέβη δʼ εἰς τὸ Φιναάσου γένος πρὸς Σάδωκον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.5 Joseph. AJ 8.10 (English) >>Joseph. AJ 8.14

Powered by PhiloLogic